Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.379 | Joseph. BJ 2.385 (English) | >>Joseph. BJ 2.389 |
2.382τὴν δὲ τρίτην τῆς οἰκουμένης μοῖραν , ἧς οὐδὲ ἐξαριθμήσασθαι τὰ ἔθνη ῥᾴδιον , ὁριζομένην Ἀτλαντικῷ τε πελάγει καὶ στήλαις Ἡρακλείοις καὶ μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης τοὺς ἀπείρους νέμουσαν Αἰθίοπας ἐχειρώσαντο μὲν ὅλην ,
2.383χωρὶς δὲ τῶν ἐτησίων καρπῶν , οἳ μησὶν ὀκτὼ
-- -- καὶ τί δεῖ πόρρωθεν ὑμῖν τὴν Ῥωμαίων ὑποδεικνύναι δύναμιν παρὸν ἐξ Αἰγύπτου τῆς γειτνιώσης ,
2.385ἥτις ἐκτεινομένη μέχρις Αἰθιόπων καὶ τῆς εὐδαίμονος Ἀραβίας ὅρμος τε οὖσα τῆς Ἰνδικῆς , πεντήκοντα πρὸς ταῖς ἑπτακοσίαις ἔχουσα μυριάδας ἀνθρώπων δίχα τῶν Ἀλεξάνδρειαν κατοικούντων , ὡς ἔνεστιν ἐκ τῆς καθʼ ἑκάστην κεφαλὴν εἰσφορᾶς τεκμήρασθαι , τὴν Ῥωμαίων ἡγεμονίαν οὐκ ἀδοξεῖ , καίτοι πηλίκον ἀποστάσεως κέντρον ἔχουσα τὴν Ἀλεξάνδρειαν πλήθους τε ἀνδρῶν ἕνεκα καὶ πλούτου πρὸς δὲ μεγέθους ·
2.386μῆκος μέν γε αὐτῆς τριάκοντα σταδίων , εὖρος δʼ οὐκ ἔλαττον δέκα , τοῦ δὲ ἐνιαυσιαίου παρʼ ὑμῶν φόρου καθʼ ἕνα μῆνα πλέον Ῥωμαίοις παρέχει καὶ τῶν χρημάτων ἔξωθεν τῇ Ῥώμῃ σῖτον μηνῶν τεσσάρων · τετείχισται δὲ πάντοθεν ἢ δυσβάτοις ἐρημίαις ἢ θαλάσσαις ἀλιμένοις ἢ ποταμοῖς ἢ ἕλεσιν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.379 | Joseph. BJ 2.385 (English) | >>Joseph. BJ 2.389 |